ΚΑΝΟΝΑΣ ΤΗΣ ΜΙΚΡΗΣ ΠΑΡΑΚΛΗΣΕΩΣ
ᾨδὴ α’
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν,
Ἀφοῦ πέρασε τὴ θάλασσα σὰν νὰ ἦταν ξηρά,
καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών,
καὶ ἀφοῦ γλίτωσε ἀπὸ τὴν αἰγυπτιακὴ μοχθηρία,
ὁ Ἰσραηλίτης ἀνεβόα, τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
ὁ Ἰσραηλιτικὸς λαὸς φώναζε δυνατά· ἄς ψάλλουμε στὸ Λυτρωτὴ καὶ Θεό μας.
Πολλοῖς συνεχόμενος πειρασμοῖς,
Ἐπειδὴ εἶμαι περικυκλωμένος ἀπὸ πολλοὺς πειρασμούς,
πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν·
καταφεύγω σὲ σένα ζητώντας τὴν σωτηρία·
Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε,
Ἐσὺ Μητέρα τοῦ Λόγου καὶ Παρθένε,
τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.
σῶσε με ἀπὸ τὶς δυσκολίες καὶ τὰ βάσανα.
Παθῶν με ταράττουσι προσβολαί,
Οἱ ἐπιθέσεις τῶν παθῶν μὲ ταράζουν
πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν,
γεμίζοντας μὲ πολλὴ στενοχώρια τὴν ψυχή μου·
εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ,
εἰρήνευσέ με μὲ τὴ γαλήνη, πανάμωμη Κόρη,
τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.
ποὺ δίνει ὁ Υἱὸς καὶ Θεός σου.
Δόξα…
Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν,
Ἐσένα ποὺ γέννησες τὸν Σωτήρα καὶ Θεό,
δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν·
παρακαλῶ, Παρθένε, νὰ μὲ λυτρώσεις ἀπὸ τὰ βάσανα·
σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
γιατὶ σὲ σένα τώρα καταφεύγοντας ἀνυψώνω καὶ τὴν ψυχὴ καὶ τὴ σκέψη.
Καὶ νῦν…
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν,
Ἐμένα ποὺ εἶμαι ἄρρωστος στὸ σῶμα καὶ τὴν ψυχή,
ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ,
τῆς θείας ἐπισκέψεως καὶ φροντίδας σου
ἀξίωσον, μόνη Θεομῆτορ,
ἀξίωσε, μόνη Μητέρα τοῦ Θεοῦ,
ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
ποὺ ὡς ἀγαθὴ γέννησες τὸν ἀγαθό.
ᾨδὴ γ΄.
Οὐρανίας ἁψῖδος,ὀροφουργὲ Κύριε,
Κύριε, ἐσὺ ποὺ ἔθεσες τὴν ὀροφὴ στὸ οὐράνιο στερέωμα,
καὶ τῆς Ἐκκλησίας Δομῆτορ,σὺ με στερέωσον,
καὶ ἔκτισες τὴν Ἐκκλησία, στερέωσέ με ἐσὺ
ἐν τῇ ἀγάπῃ τῇ σῇ,τῶν ἐφετῶν ἡ ἀκρότης,
στὴν ἀγάπη σου, ποὺ εἶσαι ἡ τελειότητα τῶν ἐπιθυμητῶν ἀγαθῶν,
τῶν πιστῶν τὸ στήριγμα,μόνε φιλάνθρωπε.
τὸ στήριγμα τῶν πιστῶν, μόνε φιλάνθρωπε.
Προστασίαν καὶ σκέπην,ζωῆς ἐμῆς τίθημι,
Προστασία καὶ σκέπη τῆς ζωῆς μου βάζω
Σέ, Θεογεννῆτορ, Παρθένε, σύ με κυβέρνησον,
ἐσένα Παρθένε ποὺ γέννησες τὸν Θεό. Ἐσὺ ὁδήγησέ με
πρὸς τὸν λιμένα σου,τῶν ἀγαθῶν ἡ αἰτία,
στὸ λιμάνι σου, ποὺ εἶσαι ἡ αἰτία τῶν ἀγαθῶν,
τῶν πιστῶν τὸ στήριγμα,μόνη πανύμνητε.
τὸ στήριγμα τῶν πιστῶν, ἡ μόνη πανύμνητη.
Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον,
Σὲ παρακαλῶ, Παρθένε, τὴν ψυχικὴ ταραχὴ
καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου·
καὶ τὴ ζάλη τῆς στενοχώριας νὰ μοῦ τὴν διασκορπίσεις·
σὺ γάρ, Θεόνυμφε,τὸν ἀρχηγὸν τῆς γαλήνης,
γιατὶ ἐσὺ Θεόνυμφε, τὸν ἀρχηγὸ τῆς γαλήνης,
τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.
τὸν Χριστὸ γέννησες, ἡ μόνη ὁλοκάθαρη.
Δόξα…
Εὐεργέτην τεκοῦσα,τὸν τῶν καλῶν αἴτιον,
Σὺ ποὺ γέννησες τὸν εὐεργέτη, τὴν αἰτία ὅλων τῶν καλῶν,
τῆς εὐεργεσίας τὸν πλοῦτον,πᾶσιν ἀνάβλυσον·
ὁ πλοῦτος τῆς εὐεργεσίας κάνε νὰ ἀναβλύσει σὲ ὅλους·
πάντα γὰρ δύνασαι,ὡς δυνατὸν ἐν ἰσχύϊ,
γιατὶ ὅλα τὰ μπορεῖς, ἐπειδὴ τὸν παντοδύναμο
τὸν Χριστὸν κυήσασα,Θεομακάριστε.
Χριστὸ γέννησες, Θεομακάριστη.
Καὶ νῦν…
Χαλεπαῖς ἀρρωστίαις,καὶ νοσεροῖς πάθεσιν,
Ἀπὸ σκληρὲς ἀσθένειες καὶ ἄρρωστα πάθη,
ἐξεταζομένῳ, Παρθένε,σύ μοι βοήθησον·
ἐπειδὴ δοκιμάζομαι, Παρθένε, βοήθησέ με ἐσὺ·
τῶν ἰαμάτων γάρ,ἀνελλιπῆ σε γινώσκω,θησαυρόν,
γιατὶ σὲ γνωρίζω ὡς πλήρη θησαυρὸ τῶν ἰάσεων,
Πανάμωμε, τὸν ἀδαπάνητον.
Πανάμωμε, καὶ ἀνεξάντλητο.
∆ιάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,
Διάσωσε ἀπὸ κινδύνους τοὺς δούλους σου, Θεοτόκε,
ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,
γιατὶ ὅλοι μετὰ τὸν Θεό, σὲ σένα καταφεύγουμε,
ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
σὰν σὲ τεῖχος ἀπόρθητο καὶ προστασία.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
Κοίταξε μὲ καλοσύνη, πανύμνητη Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,
τὴν σκληρὴ κακοπάθεια τοῦ σώματός μου
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
καὶ θεράπευσε τὸν πόνο τῆς ψυχῆς μου.
ᾨδὴ δ’
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον,
Ἄκουσα καλά, Κύριε, τὸ μυστήριο τῆς θείας οἰκονομίας σου,(τῆς σωτηρίας τοῦ ἀνθρώπου)
κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.
κατάλαβα τὰ ἔργα σου καὶ δόξασα τὴν θεότητά σου.
Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον,
Τὴν ταραχὴ τῶν παθῶν μου, ἐσὺ ποὺ γέννησες τὸν κυβερνήτη Κύριο,
καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.
καὶ τὴν τρικυμία γαλήνεψε τῶν πταισμάτων μου, Θεονύμφευτε.
Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι,
Τὴν ἄβυσσο τῆς εὐσπλαχνίας σου χάρισε σὲ μένα ποὺ σὲ παρακαλῶ,
ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.
ἐσὺ ποὺ γέννησες τὸν εὔσπλαχνο καὶ Σωτήρα ὅλων ὅσοι σὲ ὑμνοῦν.
Δόξα…
Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον,
Ἀπολαμβάνοντες, Πάναγνε, τῶν δωρημάτων σου, εὐχαριστήριο
ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.
ψάλλουμε ὕμνο, ἐμεῖς ποὺ σὲ πιστεύουμε ὡς Μητέρα τοῦ Θεοῦ.
Καὶ νῦν…
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον,
Ὅσοι σὰν ἐλπίδα καὶ στήριγμα καὶ τῆς σωτηρίας τεῖχος ἀσάλευτο
κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.
σὲ κατέχουν, Πανύμνητε, ἀπὸ κάθε δυσκολία σωζόμαστε.
ᾨδὴ ε’
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ,
Φώτισέ μας μὲ τὶς ἐντολές σου Κύριε, καὶ μὲ τὸ χέρι σου τὸ δυνατό,
τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν φιλάνθρωπε.
τὴν εἰρήνη σου δῶσε μας φιλάνθρωπε.
Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν,
Γέμισε Ἁγνὴ μὲ εὐφροσύνη τὴν καρδιά μου, δίνοντας τὴν δική σου ἁγία χαρά,
τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.
ἐσὺ ποὺ γέννησες τὴν αἰτία τῆς εὐφροσύνης.
Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν,
Λύτρωσέ μας ἀπὸ κινδύνους, Θεοτόκε ἁγνή, ἐσὺ ποὺ γέννησες τὴν αἰώνια λύτρωση,
καὶ τὴν εἰρήνην,τὴν πάντα νοῦν ὑπερέχουσαν.
καὶ τὴν εἰρήνη ποὺ ξεπερνᾶ κάθε ἀντίληψη τοῦ νοῦ.
Δόξα…
Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε,
Διάλυσε τὴν σκοτεινιὰ τῶν πταισμάτων μου, Θεόνυμφε,
τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος,
μὲ τὸ φωτισμὸ τῆς λαμπρότητάς σου
ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.
ἐσὺ ποὺ γέννησες τὸ θεῖο καὶ προαιώνιο φῶς.
Καὶ νῦν…
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν,
Θεράπευσε Ἁγνὴ τὴν ἀσθένεια τῶν παθῶν μου,
ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν,
ἀφοῦ μὲ ἀξιώσεις τῆς δικῆς σου προσοχῆς καὶ τὴν ὑγεία
τῇ πρεσβείᾳ σου παράσχου μοι.
μὲ τὴν μεσιτεία σου χάρισέ μου.
ᾨδὴ ς’
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις·
Τὴν δέησή μου θὰ ἀπευθύνω πρὸς τὸν Κύριο, καὶ σ’ αὐτὸν θὰ πῶ τὶς θλίψεις μου·
ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε,
γιατὶ ἡ ψυχή μου γέμισε ἀπὸ κακὰ καὶ ἡ ζωή μου πλησίασε στὸν ἅδη·
καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε.
καὶ παρακαλῶ ὅπως ὁ Ἰωνᾶς· Βγάλε με Θεέ μου ἀπὸ τὴ φθορά.
Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ,
Ὅπως μᾶς ἔσωσε ἀπὸ τὸν θάνατο καὶ τὴ φθορά, δίνοντας τὸν ἑαυτό του στὸ θάνατο,
τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον,
τὴ φύση μου ποὺ ὑποδουλώθηκε στὴ φθορὰ καὶ τὸν θάνατο, παρακάλεσε Παρθένε,
τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.
τὸν Κύριο καὶ Υἱό σου, νὰ τὴν σώσει ἀπὸ τὴν κακότητα τῶν ἐχθρῶν.
Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε,
Σὲ γνωρίζω καλὰ ὡς προστάτη τῆς ζωῆς καὶ ἀσφαλέστατη φρουρά, Παρθένε,
τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν,
ποὺ διαλύεις τὸ πλῆθος τῶν πειρασμῶν καὶ διώχνεις τὶς ἐπιδράσεις τῶν δαιμόνων,
καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.
καὶ συνεχῶς παρακαλῶ νὰ μὲ σώσεις ἀπὸ τὴν φθορὰ ποὺ προκαλοῦν τὰ πάθη.
Δόξα…
Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν,
Σὲ ἔχουμε ὡς προστατευτικὸ τεῖχος καὶ πλήρη σωτηρία τῶν ψυχῶν,
καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα·
καὶ ἀνακούφιση στὶς θλίψεις, Κόρη, καὶ στὸ φῶς σου πάντοτε χαιρόμαστε·
Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
Καὶ τώρα Δέσποινα διάσωσέ μας ἀπὸ τὰ πάθη καὶ τοὺς κινδύνους.
Καὶ νῦν…
Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι,καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου,
Στὸ κρεβάτι τώρα τῆς ἀρρώστιας βρίσκομαι, καὶ δὲν ὑπάρχει θεραπεία γιὰ τὸ σώμα μου,
ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου,καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα,
ἀλλὰ ἐσένα ποὺ γέννησες τὸν Θεὸ καὶ Σωτήρα τοῦ κόσμου καὶ θεραπευτή τῶν ἀσθενειῶν
σοῦ δέομαι τῆς ἀγαθῆς,ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
παρακαλῶ τὴν ἀγαθή, ἀπὸ τὴ καταστροφὴ τῶν ἀσθενειῶν σήκωσέ με.
Κοντάκιον. Ἦχος β’
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε,μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε,
Προστασία τῶν χριστιανῶν ἀκαταίσχυντη, μεσιτεία πρὸς τὸν Δημιουργὸ ἀμετακίνητη,
Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς,
μὴ παραβλέψεις τὶς προσευχὲς τῶν ἁμαρτωλῶν,
ἀλλὰ πρόφθασον, ὡς ἀγαθή,εἰς τὴν βοήθειαν ἡμῶν,
ἀλλὰ τρέξε, ὡς ἀγαθὴ νὰ βοηθήσεις ἐμᾶς
τῶν πιστῶς κραυγαζόντων σοι·
ποὺ μὲ πίστη σοῦ φωνάζουμε·
Τάχυνον εἰς πρεσβείαν,καὶ σπεῦσον εἰς ἱκεσίαν,
Κάνε γρήγορα νὰ παρακαλέσεις καὶ τρέξε νὰ ἱκετεύσεις,
ἡ προστατεύουσα ἀεί,Θεοτόκε, τῶν τιμώντων σε.
ἐσὺ Θεοτόκε ποὺ προστατεύεις πάντοτε αὐτοὺς ποὺ σὲ τιμοῦν.
ᾨδὴ ζ’
Οἱ ἐκ τῆς Ἰουδαίας,καταντήσαντες Παῖδες, ἐν Βαβυλῶνί ποτε,
Οἱ (τρεῖς) Παῖδες ποὺ ἀπὸ τὴν Ἰουδαία ἔφθασαν κάποτε στὴν Βαβυλώνα,
τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες·
μὲ τὴν πίστη στὴν ἁγία Τριάδα, καταπάτησαν τὴ φλόγα στὸ καμίνι ψάλλοντας·
Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὁ Θεὸς τῶν Πατέρων μας, εἶσαι εὐλογημένος.
Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι,
Τὴν δική μας σωτηρία καθὼς θέλησες Σωτήρα, νὰ τακτοποιήσεις,
ἐν μήτρᾳ τῆς Παρθένου,κατῴκησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας·
ἦλθες στὸν κόσμο κατοικώντας στὴν μήτρα τῆς Παρθένου, τὴν ὁποία ἔκανες προστάτη μας·
Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
Ὁ Θεὸς τῶν Πατέρων μας, εἶσαι εὐλογημένος.
Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον,
Αὐτὸν ποὺ θέλει τὸ ἔλεος, τὸν ὁποῖον γέννησες Μητέρα ἁγνή, παρακάλεσε
ῥυσθῆναι τῶν πταισμάτων,ψυχῆς τε μολυσμάτων,
νὰ λυτρώσει ἀπὸ τὰ πταίσματα καὶ τοὺς μολυσμοὺς τῆς ψυχῆς,
τοὺς ἐν πίστει κραυγάζοντας·
αὐτοὺς ποὺ μὲ πίστη φωνάζουν·
Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Ὁ Θεὸς τῶν Πατέρων μας, εἶσαι εὐλογημένος.
Δόξα…
Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν,
Θησαυρὸ σωτηρίας καὶ πηγὴ τῆς ἀφθαρσίας, αὐτὴν ποὺ σὲ γέννησε,
καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας,
καὶ πύργο ἀσφαλείας καὶ θύρα μετανοίας
τοῖς κραυγάζουσιν ἔδειξας·
ἀνέδειξες σ’ αὐτοὺς ποὺ φωνάζουν·
Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Ὁ Θεὸς τῶν Πατέρων μας, εἶσαι εὐλογημένος.
Καὶ νῦν…
Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια,
Οἱ σωματικὲς ἀσθένειες καὶ οἱ ψυχικὲς ἀρρώστιες, ἐσὺ ποὺ γέννησες τὸν Θεό,
τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον,
αὐτῶν ποὺ μὲ πόθο καταφεύγουν στὴ θεία σου σκέπη κάνε νὰ θεραπευτοῦν,
ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.
ἐσὺ ποὺ γέννησες γιὰ μᾶς τὸν Σωτήρα Χριστό.
ᾨδὴ η’
Τὸν Βασιλέα τῶν οὐρανῶν ὂν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε,
Τὸν Βασιλιὰ τῶν οὐρανῶν τὸν ὁποῖον ὑμνοῦν οἱ στρατιὲς τῶν ἀγγέλων, ὑμνεῖτε
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
καὶ μεγαλύνετε σὲ ὅλους τοὺς αἰῶνες.
Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας,
Ὅσους ἔχουν ἀνάγκη τῆς βοήθειάς σου, μὴ παραβλέψεις Παρθένε, ποὺ σὲ ὑμνοῦν
καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.
καὶ σὲ μεγαλύνουν, Κόρη, στοὺς αἰῶνες.
Τῶν ἰαμάτων τὸ δαψιλές,ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε,
Προσφέρεις πλούσια τὴ θεραπεία σὲ ὅσους μὲ πίστη σὲ ὑμνοῦν Παρθένε
καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.
καὶ μεγαλύνουν τὸν ἀπερίγραπτο Υἱό σου.
Δόξα…
Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε,
Τὶς ἀσθένειες τῆς ψυχῆς μου θεραπεύεις καὶ τοὺς σωματικοὺς πόνους, Παρθένε,
ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.
γιὰ νὰ σὲ δοξάζω τὴν Κεχαριτωμένη.
Καὶ νῦν…
Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε·
Ἐσὺ Παρθένε, διώχνεις τὶς προσβολὲς τῶν πειρσμῶν καὶ τὶς ἐπιθέσεις τῶν παθῶν·
ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
γι’ αὐτὸ σὲ ὑμνοῦμε σὲ ὅλους τοὺς αἰῶνες.
ᾨδὴ θ’
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν,
Ἀληθινὰ Θεοτόκο σὲ ὁμολογοῦμε,
οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή,
ἐμεῖς ποὺ σωθήκαμε Παρθένε Ἁγνὴ μὲ τὴ μεσιτεία σου,
σὺν Ἀσωμάτοις χορείαις,σὲ μεγαλύνοντες.
σὲ μεγαλύνουμε μαζί μὲ τοὺς ἀσώματους χοροὺς τῶν Ἀγγέλων.
Ῥοήν μου τῶν δακρύων,μὴ ἀποποιήσῃς
Τὴ ροὴ τῶν δακρύων μου μὴν ἀρνηθεῖς
ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον,
ἐσὺ Παρθένε ποὺ γέννησες τὸν Χριστό, ὁ ὁποῖος ἀπὸ κάθε πρόσωπο
ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα.
ἀφαίρεσε κάθε δάκρυ.
Χαρᾶς μου τὴν καρδίαν,πλήρωσον, Παρθένε,
Ἀπὸ χαρὰ γέμισε τὴν καρδιά μου, Παρθένε,
ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα,
ἐσὺ ποὺ δέχτηκες τὸ πλήρωμα τῆς χαρᾶς,
τῆς ἁμαρτίας τὴν λύπην,ἐξαφανίσασα.
καὶ ἐξαφάνισε τὴν λύπη τῆς ἁμαρτίας.
Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων,
Λιμάνι καὶ προστασία σ’ αὐτοὺς ποὺ καταφεύγουν σὲ σένα
γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον,
γίνε Παρθένε καὶ τεῖχος ἀσάλευτο,
καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.
καὶ καταφύγιο καὶ σκέπη καὶ χαρά.
Δόξα…
Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε,
Μὲ τὶς ἀκτίνες τοῦ φωτός σου, λάμπρυνε Παρθένε
τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα,
διώχνοντας τὸ σκοτάδι τῆς ἄγνοιας,
τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας.
ἀπ’ αὐτοὺς ποὺ μὲ εὐσέβεια σὲ κηρύττουν ὡς Θεοτόκο.
Καὶ νῦν…
Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα,
Τώρα ποὺ ταπεινώθηκα στὸν τόπο τῆς ἀσθένειας,
Παρθένε,θεράπευσον,
Παρθένε, θεράπευσέ με,
ἐξ ἀρρωστίας εἰς ῥῶσιν,μετασκευάζουσα.
ἀλλάζοντας τὴν ἀρρώστια σὲ ὑγεία.
Μεγαλυνάρια
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον,
Εἶναι ἄξιο πραγματικὰ νὰ σὲ μακαρίζει κανεὶς ἐσένα τὴν Θεοτόκο,
τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
τὴν πάντοτε μακαριστὴ καὶ ὁλοκάθαρη καὶ Μητέρα τοῦ Θεοῦ μας.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ,
Ποὺ εἶσαι τιμιώτερη ἀπὸ τὰ Χερουβὶμ καὶ ἀσύγκριτα ἐνδοξότερη ἀπὸ τὰ Σεραφίμ,
τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ποὺ γέννησες χωρὶς φθορὰ τὸν Θεὸ Λόγο, τὴν πραγματικὰ Θεοτόκο, σὲ δοξάζουμε.
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν,
Αὐτὴν ποὺ εἶναι ψηλότερη ἀπὸ τοὺς οὐρανοὺς, καὶ καθαρότερη ἀπὸ τὸ ἡλιακὸ φῶς,
τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.
αὐτὴν ποὺ μᾶς λύτρωσε ἀπὸ τὴν κατάρα, τὴ Δέσποινα τοῦ κόσμου μὲ ὕμνους ἄς τιμήσουμε.
Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή,
Ἀπὸ τὶς πολλὲς μου ἁμαρτίες, εἶναι ἄρρωστο τὸ σῶμα, εἶναι ἄρρωστη καὶ ἡ ψυχή μου,
πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σύ μοι βοήθησον.
Σὲ σένα καταφεύγω τὴν γεμάτη Χάρη, τὴν ἐλπίδα τῶν ἀπελπισμένων, βοήθησέ με.
∆έσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν,
Δέσποινα καὶ μητέρα τοῦ Λυτρωτῆ, δέξου παρακλήσεις τῶν ἀνάξιων ἱκετῶν σου,
ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα. Ὦ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.
γιὰ νὰ μεσιτεύσεις σ’ αὐτὸν ποὺ γεννήθηκε ἀπὸ σένα· Δέσποινα τοῦ κόσμου γἰνε μεσίτρια.
Ψάλλομεν προθύμως σοι τὴν ᾠδήν, νῦν τῇ πανυμνήτῳ, Θεοτόκῳ χαρμονικῶς·
Ψάλλουμε σὲ σένα πρόθυμα καὶ μὲ χαρὰ τώρα τὸν ὕμνο, στὴν πανύμνητη Θεοτόκο·
μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.
μαζὶ μὲ τὸν Πρόδρομο καὶ ὅλους τοὺς Ἁγίους, παρακάλεσε Θεοτόκε νὰ μᾶς λυπηθεῖ.
Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων, τὴν εἰκόνα σου τὴν σεπτήν,
Χωρὶς λαλιὰ νὰ μείνουν τὰ χείλη τῶν ἀσεβῶν, ποὺ δὲν προσκυνοῦν τὴν ἁγία σου εἰκόνα,
τὴν ἱστορηθεῖσαν, ὑπὸ τοῦ ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.
ποὺ ζωγραφήθηκε ἀπὸ τὸν ἱερώτατο ἀπόστολο Λουκᾶ, ποὺ ὀνομάζεται Ὁδηγήτρια.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς,
Ὅλες οἱ στρατιὲς τῶν Ἀγγέλων, Πρόδρομε Κυρίου, τῶν Ἀποστόλων ἡ δωδεκάδα,
οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
ὅλοι οἱ Ἅγιοι μαζὶ μὲ τὴν Θεοτόκο, κάνετε δέηση, ὥστε νὰ σωθοῦμε.
Ἦχος γ’. Ὁ οὐρανὸν τοῖς ἄστροις
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε,
Ἀπόστολοι ποὺ ἀπὸ τὰ πέρατα τῆς γῆς μαζευτήκατε ἐδῶ
Γεθσημανῆ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα,
στὸν τόπο τῆς Γεθσημανῆ κηδέψτε τὸ σῶμα μου,
καὶ σύ, Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβε τὸ πνεῦμα μου.
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά,
Ἐσὺ ποὺ εἶσαι γλυκιὰ αἴσθηση τῶν Ἀγγέλων, ἡ χαρὰ τῶν θλιβομένων,
χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου,
ἡ προστασία τῶν χριστιανῶν, Παρθένε Μητέρα τοῦ Κυρίου,
ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.
βοήθησέ με καὶ γλύτωσέ με ἀπὸ τὰ αἰώνια βασανιστήρια.
Καὶ σὲ μεσίτριαν ἔχω, πρὸς τὸν φιλάνθρωπον Θεόν,
Καὶ ἐσένα ἔχω μεσίτρια πρὸς τὸν φιλάνθρωπο Θεό,
μή μου ἐλέγξῃ τὰς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων,
γιὰ νὰ μὴ μοῦ ἐλέγξει τὶς πράξεις μπροστὰ στοὺς ἀγγέλους,
παρακαλῶ σε, Παρθένε, βοήθησόν μοι ἐν τάχει.
σὲ παρακαλῶ Παρθένε, γρήγορα βοήθησέ με.
Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις,
Πύργε στολισμένε μὲ χρυσάφι καὶ πόλη μὲ δώδεκα τείχη,
ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως,
θρόνε ποὺ στάζεις τὸν ἥλιο, κάθισμα τοῦ Βασιλιά,
ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην;
θαῦμα ἀκατανόητο, πῶς τρέφεις μὲ γάλα τὸν Κύριο;
(Μετάφραση: Αλέξανδρος Χριστοδούλου, Θεολόγος)